Δευτέρα, 24 Δεκεμβρίου 2012

ΑΓ. ΣΥΜΕΩΝ Ν. ΘΕΟΛΟΓΟΣ: ΟΙ ΑΓΙΟΙ ΓΕΝΝΟΥΝ ΤΟΝ ΧΡΙΣΤΟ (Συλλαμβάνουν αὐτὸν τὸν Λόγο ὄχι σωματικά, ὅπως τὸν συνέλαβε ἡ Παρθένος καὶ Θεοτόκος, ἀλλὰ πνευματικὰ μὲν πραγματικὰ ὅμως.)


Ὅτι καὶ πάντες οἱ Ἅγιοι τὸν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι
τῇ Θεοτόκῳ παραπλησίως καὶ γεννῶσιν αὐτὸν
καὶ γεννᾶται ἐν αὐτοῖς καὶ γεννῶνται ὑπ᾿ αὐτοῦ
καὶ πῶς υἱοὶ καὶ ἀδελφοὶ καὶ μητέρες αὐτοῦ χρηματίζουσιν.

(ΚΕΙΜΕΝΟ – ΝΕΟΕΛ. ΑΠΟΔΟΣΗ)

Ὁ Υἱός τοῦ Θεοῦ καί Θεός εἰσελθών ἐν τῇ γαστρί τῆς παναγίας Παρθένου καί σάρκα ἀναλαβόμενος ἐξ αὐτῆς καί γενόμενος ἄνθρωπος ἐτέχθη, ὡς εἴπομεν, ἄνθρωπος τέλειος καί Θεός τέλειος, ὁ αὐτός ἀσυγχύτως τά ἀμφότερα ὤν. Πρόσεχε οὖν· τί τό γεγονός μεῖζον εἰς ἡμᾶς ; Ἕκαστος ἡμῶν τῶν ἀνθρώπων πιστεύομεν εἰς αὐτόν τόν Υἱόν τοῦ Θεοῦ καί Υἱόν τῆς ἀειπαρθένου καί θεοτόκου Μαρίας καί πιστεύοντες δεχόμεθα τόν περί αὐτοῦ λόγον πιστῶς ἐν ταῖς καρδίαις ἡμῶν, ὅν καί ὁμολογοῦντες τῷ στόματι καί ὑπέρ τῶν προτέρων ἡμῶν ἀνομημάτων μετανοοῦντες ἀπό ψυχῆς, εὐθύς, ὥσπερ ἐν τῇ γαστρί τῆς Παρθένου εἰσῆλθεν ὁ Θεός Λόγος τοῦ Πατρός, οὕτως καί ἐν ἡμῖν αὐτοῖς ὁ λόγος ὅν δεχόμεθα, διδασκόμενοι τήν εὐσέβειαν, ὥσπερ σπόρος εὑρίσκεται. Ἔκστηθι τό φρικτόν ἀκούων τοῦ μυστηρίου καί τόν λόγον πιστόν ὄντα μετά πάσης ὑπόδεξαι πληροφορίας καί πίστεως.
. Συλλαμβάνομεν οὖν αὐτόν οὐχί σωματικῶς, ὡς ἡ Παρθένος καί Θεοτόκος τοῦτον συνέλαβεν, ἀλλά πνευματικῶς μέν, οὐσιωδῶς δέ· καί ἔχομεν αὐτόν ἐκεῖνον ὅν καί ἡ ἁγνή Παρθένος συνέλαβεν, ἐν ταῖς καρδίαις ἡμῶν, καθώς ὁ θεῖος Παῦλός φησιν· “Ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρός φωτισμόν τῆς γνώσεως τοῦ Υἱοῦ αὐτοῦ”, οἷον εἰπεῖν ἀντί τοῦ “αὐτός ὅλος οὐσιωδῶς γέγονε ἐν ἡμῖν”. Ὅτι δέ οὕτως ἔχει τό λεγόμενον διανοίας, διά τῶν ἑξῆς ἐδήλωσεν οὕτως εἰπών· “Ἔχομεν δέ τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι”, θησαυρόν τό Ἅγιον Πνεῦμα καλῶν. Ἑτέρωθι δέ καί τόν Κύριον εἶναι πνεῦμα καλεῖ· “Τό γάρ πνεῦμα, φησίν, ὁ Κύριός ἐστιν”. Ταῦτα δέ λέγει ἵνα, κἄν Υἱόν ἀκούῃς Θεοῦ, καί τό Πνεῦμα νοῇς καί συνακούῃς αὐτῷ· κἄν Πνεῦμα πάλιν, καί τόν Πατέρα τούτῳ συνεννοῇς, ἐπειδή καί περί αὐτοῦ “πνεῦμα” φησίν “ὁ Θεός”, πανταχοῦ διδάσκων σε τό ἀχώριστον καί ὁμοούσιον τῆς Ἁγίας Τριάδος καί ὅτι, ὅπου ὁ Υἱός ἐκεῖ καί ὁ Πατήρ, καί ὅπου ὁ Πατήρ ἐκεῖ καί τό Πνεῦμα, καί ὅπου τό Πνεῦμα τό Ἅγιον ἐκεῖ τό πᾶν τῆς τρισυποστάτου θεότητος, ὁ εἷς Θεός καί Πατήρ σύν Υἱῷ καί Πνεύματι τοῖς ὁμοουσίοις, “ὁ ὤν εὐλογητός εἰς τούς αἰῶνας, ἀμήν.
. Τοιγαροῦν καί ὁλοψύχως πιστεύοντες καί μετανοοῦντες θερμῶς, συλλαμβάνομεν, ὡς εἴρηται, τόν Λόγον τοῦ Θεοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ὡς ἡ Παρθένος, παρθένους δηλαδή καί ἁγνάς ἐπιφερόμενοι τάς ἰδίας ψυχάς· καί καθάπερ ἐκείνην ὑπεράμωμον οὖσαν τό πῦρ οὐ κατάφλεξε τῆς θεότητος, οὕτως οὐδέ ἡμᾶς ἁγνάς καί καθαράς ἐπιφερομένους τάς καρδίας καταφλέγει, ἀλλά δρόσος ἡ ἐξ οὐρανοῦ καί πηγή ὕδατος καί ἀθανάτου ζωῆς ῥεῖθρον ἐν ἡμῖν γίνεται. Ὅτι δέ καί ἡμεῖς τό ἄστεκτον πῦρ τῆς θεότητος ὡσαύτως δεχόμεθα, ἄκουσον τοῦ Κυρίου λέγοντος· “Πῦρ ἦλθον βαλεῖν ἐπί τῆς γῆς”. Ποῖον ἄλλο, εἰ μή τό ὁμοούσιον αὐτοῦ τῆς θεότητος Πνεῦμα, μεθ᾿ οὖ συνεισέρχεται καί συνθεωρεῖται σύν τῷ Πατρί καί αὐτός καί ἔνδον ἡμῶν γίνεται; Ἐπεί δέ ἅπαξ ἐσαρκώθη ὁ Λόγος τοῦ Θεοῦ ἐκ τῆς Παρθένου καί σωματικῶς ἐξ αὐτῆς ἐγεννήθη ἀφράστως καί ὑπέρ λόγον, πάλιν δέ σαρκοῦσθαι ἤ σωματικῶς τίκτεσθαι αὐτόν οὐκ ἐνδέχεται ἐξ ἑνός ἑκάστου ἡμῶν, τί ποιεῖ; Ἐκείνην αὐτοῦ τήν ἄχραντον σάρκα, ἥν προσελάβετο ἐξ ἁγνῶν λαγόνων τῆς παναχράντου Μαρίας καί Θεοτόκου, μεθ᾿ ἧς καί ἐτέχθη σωματικῶς, ἐξ αὐτῆς μεταδίδωσιν ἡμῖν εἰς βρῶσιν· καί τρώγοντες αὐτήν, ὅλον τόν σαρκωθέντα Θεόν καί Κύριον ἡμῶν Ἰησοῦν τόν Χριστόν, τόν Υἱόν αὐτόν τοῦ Θεοῦ καί Υἱόν τῆς παρθένου καί παναμώμου Μαρίας, τόν ἐν δεξιᾷ καθήμενον τοῦ Θεοῦ καί Πατρός, ἕκαστος ἡμῶν τῶν πιστῶν τῶν ἀξίως ταύτην ἐσθιόντων τήν σάρκα αὐτοῦ, ἐν ἡμῖν ἔχομεν, κατά τό ὑπ᾿ αὐτοῦ εἰρημένον· “Ὁ τρώγων μου τήν σάρκα καί πίνων μου τό αἷμα ἐν ἐμοί μένει κἀγώ ἐν αὐτῷ”, μηδέποτε ἐξ ἡμῶν προερχόμενον ἤ σωματικῶς γεννώμενον καί χωριζόμενον ἀφ᾿ ἡμῶν. Οὐκέτι γάρ κατά σάρκα γινώσκεται ὤν ἐν ἡμῖν ὥσπερ βρέφος, ἀλλά ἀσωμάτως ἐστίν ἐν σώματι, συνανακιρνάμενος ἡμῶν ταῖς οὐσίαις καί φύσεσιν ἀρρήτως καί θεοποιῶν ἡμᾶς ὡς συσσώμους αὐτοῦ καί σάρκα ὄντας ἐκ τῆς σαρκός αὐτοῦ καί ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. Τοῦτο τό μεῖζον ἐν ἡμῖν τῆς ἀφράστου οἰκονομίας αὐτοῦ καί ὑπέρ λόγον συγκαταβάσεως, τοῦτο τό φρίκης ἁπάσης γέμον μυστήριον, ὅ καί ἀνένευον γράψαι καί πρός τήν ἐγχείρησιν ἔτρεμον.
. Ἀλλ᾿ ἐπεί βούλεται ἀεί ὁ Θεός τήν πρός ἡμᾶς ἀγάπην αὐτοῦ ἐκκαλύπτεσθαι καί φανεροῦσθαι ἡμῖν, ἵνα καί ἡμεῖς ποτε τήν πολλήν αὐτοῦ ἀγαθότητα ἐννοήσαντες καί αἰδεσθέντες ἀγαπῆσαι προθυμηθῶμεν αὐτόν, ὑπό τοῦ ἄνωθεν κινοῦντος καί φωτίζοντος τάς καρδίας ἡμῶν κινηθείς Πνεύματος διά γραφῆς ὑμῖν δῆλα ταῦτα πεποίηκα τά μυστήρια, οὐχ ἵνα τῆς τόν Κύριον τεκούσης κατά τόν τρόπον τῆς ἀπορρήτου γεννήσεως αὐτῆς ἴσον τινά τῶν ἀνθρώπων ἀποδείξω – μή γένοιτο! – οὐδέ γάρ ἐνδέχεται τοῦτο. Ἄλλη γάρ ἡ ἔνσαρκος τοῦ Θεοῦ Λόγου ἄφραστος γέννησις ἐξ αὐτῆς, καί ἄλλη ἡ πνευματικῶς παρ᾿ ἡμῶν γινομένη· ἐκείνη μέν γάρ, σαρκωθέντα τόν Υἰόν καί Λόγον τοῦ Θεοῦ τέξασα, τό μυστήριον τῆς ἀναπλάσεως τοῦ γένους ἡμῶν καί τήν σωτηρίαν τοῦ κόσμου παντός ἐπί τῆς γῆς τέτοκεν, ἥτις ἐστίν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός καί Θεός, ὁ τά διεστῶτα ἑνώσας πρός ἑαυτόν καί τήν ἁμαρτίαν τοῦ κόσμου ἀράμενος· αὕτη δέ, ἐν θείῳ Πνεύματι τόν Λόγον τῆς γνώσεως τοῦ Θεοῦ τίκτουσα, ἀεί ἐν ταῖς καρδίαις ἡμῶν τό μυστήριον τῆς ἀνακαινίσεως τῶν ἀνθρωπίνων ψυχῶν καί τήν κοινωνίαν μετά τοῦ Θεοῦ Λόγου καί ἕνωσιν ἀπεργάζεται, ἥν καί τό θεῖον οὕτω λέγον ὑπαινίττεται λόγιον· “Δι᾿ οὗ ἐν γαστρί ἐλάβομεν καί ὠδινήσαμεν καί ἐτέκομεν πνεῦμα σωτηρίας, ὅ ἐκυήσαμεν ἐπί τῆς γῆς” – ἀλλ᾿ ἵνα φανερωθῇ ἡ ὑπεράπειρος αὐτοῦ πρός ἡμᾶς καί γνησία ἀγάπη καί ὅτι, εἰ βουλοίμεθα, καί πάντες ἡμεῖς κατά τό θεῖον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγιον μήτηρ κατά τόν εἰρημένον τρόπον καί ἀδελφοί αὐτοῦ χρηματίσωμεν καί ἴσοι πάντως τῶν αὐτοῦ μαθητῶν καί ἀποστόλων γενώμεθα, οὐχί κατά τήν ἀξίαν ἐκείνων οὐδέ κατά τάς περιόδους καί τούς κόπους οὕσπερ ὑπέστησαν, ἀλλά κατά τήν χάριν τοῦ Θεοῦ καί τήν δωρεάν, ἥν πλουσίως ἐξέχεεν ἐπί πάντας τούς πιστεύειν καί ἀκολουθεῖν αὐτῷ ἀνεπιστρόφως ἐθέλοντας, καθώς αὐτός τοῦτο βουλόμενος ἀριδήλως βοᾷ· “Μήτηρ μου, φησί, καί ἀδελφοί μού εἰσιν οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί ποιοῦντες αὐτόν”.
. Εἶδες πῶς πάντας τούς ἀκούοντας τόν λόγον αὐτοῦ καί ποιοῦντας αὐτόν εἰς τήν τῆς μητρός αὐτοῦ ἀξίαν ἀνήγαγε καί ἀδελφούς αὐτοῦ λέγει καί συγγενεῖς τούτους πάντας ἀποκαλεῖ; Πλήν ὲκείνη μέν κυρίως μήτηρ αὐτοῦ καθέστηκεν ὡς σωματικῶς, καθάπερ ἔφθην εἰπών, ἀφράστως τοῦτον καί ἀπειράνδρως ἀποτεκοῦσα, οἱ δέ γε ἅγιοι πάντες κατά τήν χάριν καί τήν δωρεάν συλλαμβάνοντες αὐτόν ἔχουσιν· καί ἐκ μέν τῆς παναμώμου μητρός αὐτοῦ τήν σάρκα αὐτοῦ τήν παναμώμητον ἐδανείσατο, ἀντ᾿αὐτῆς δέ τήν θεότητα αὐτῇ ἐδωρήσατο – ὤ ξένου καί καινοῦ συναλλάγματος! – ἀπό δέ τῶν ἁγίων σάρκα μέν οὐ λαμβάνει, μεταδίδωσι δέ αὐτοῖς τήν τεθεωμένην σάρκα αὐτοῦ. Καί ὅρα μοι τό βάθος τοῦ μυστηρίου. Ἡ μέν οὖν χάρις τοῦ Πνεύματος, ἤγουν τό πῦρ τῆς θεότητος, τοῦ Σωτῆρος ἡμῶν ἐστι καί Θεοῦ ἐκ τῆς φύσεως καί τῆς οὐσίας αὐτοῦ, τό δέ σῶμα αὐτοῦ οὐκ ἔστιν ἐκεῖθεν, ἀλλ᾿ ἐκ τῆς πανάγνου καί ἁγίας σαρκός τῆς Θεοτόκου καί ἐκ τῶν παναχράντων αἱμάτων αὐτῆς, ἐξ ἧς ταύτην ἀναλαβών ἰδιοποιήσατο, κατά τό ὅσιον λόγιον· “Καί ὁ Λόγος σάρξ ἐγένετο”. Ταύτῃ τοι καί μεταδίδωσι τοῖς ἁγίοις ὁ τοῦ Θεοῦ καί τῆς ἀχράντου Παρθένου υἱός ἐκ μέν τῆς φύσεως καί τῆς οὐσίας τοῦ συναϊδίου Πατρός αὐτοῦ τήν χάριν, ὡς εἴρηται, τοῦ Πνεύματος, ἤτοι τήν θεότητα, καθώς διά τοῦ προφήτου φησί· “Καί ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπό τοῦ Πνεύματός μου ἐπί πᾶσαν σάρκα” δηλαδή τήν πιστεύσασαν, ἐκ δέ τῆς φύσεως καί οὐσίας τῆς κυρίως καί ἀληθῶς ἀποτεκούσης αὐτόν, τήν σάρκα ἥν ἀνέλαβεν ἐξ αὐτῆς.
. Καί ὥσπερ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὕτω καί ἐκ τῆς ἀμωμήτου σαρκός τῆς παναγίας Μητρός αὐτοῦ ἥν ἀνέλαβε μεταλαμβάνομεν ἅπαντες· καί καθάπερ υἱός αὐτῆς καί Θεός ὁ Χριστός καί Θεός ἡμῶν γέγονεν, ἀδελφός δέ ἡμῶν ἐχρημάτισεν, οὕτω καί ἡμεῖς – ὤ τῆς ἀφράστου φιλανθρωπίας! – υἱοί τῆς Θεοτόκου μητρός αὐτοῦ καί ἀδελφοί αὐτοῦ τοῦ Χριστοῦ γινόμεθα, ὡς διά τοῦ μετ᾿ αὐτῆς καί ἐν αὐτῇ γεγονότος ὑπεραμώμου καί ὑπεραγνώστου γάμου γεννηθέντος τοῦ Υἱοῦ τοῦ Θεοῦ < ἐξ > αὐτῆς, καί ἐξ αὐτοῦ πάλιν πάντες οἱ ἅγιοι. Ὥσπερ γάρ ἐκ τῆς συνουσίας καί σπορᾶς τοῦ Ἀδάμ ἡ Εὔα πρώτη ἔτεκεν καί ἐξ ἐκείνης καί δι᾿ ἐκείνης πάντες ἐγεννήθησαν ἄνθρωποι, οὕτω καί ἡ Θεοτόκος τόν τοῦ Θεοῦ Πατρός Λόγον ἀντί σπορᾶς δεξαμένη συνέλαβε καί ἕτεκε μόνον αὐτόν τόν Μονογενῆ ἐκ τοῦ Πατρός πρό αἰώνων καί μονογενῆ ἐπ᾿ ἐσχάτων ἐξ αὐτῆς σαρκωθέντα· καί παυσαμένη τοῦ συλλαμβάνειν καί τίκτειν αὕτη, ὁ Υἱός αὐτῆς καί ἐγέννησε καί γεννᾷ καθ᾿ ἑκάστην τούς πιστεύοντας εἰς αὐτόν καί φυλάσσοντας τάς ἁγίας αὐτοῦ ἐντολάς. Ἔπρεπε καί γάρ, ἐπεί ἡ ἐν φθορᾷ γέννησις ἡμῶν διά τῆς γυναικός Εὔας ἐγένετο, τήν πνευματικήν γέννησιν ἡμῶν καί ἀνάπλασιν διά τοῦ ἀνδρός, ἤτοι τοῦ δευτέρου Ἀδάμ καί Θεοῦ, γίνεσθαι. Καί ὅρα μοι ἐντεῦθεν τήν τοῦ λόγου ἀκρίβειαν· ἀνδρός θνητοῦ καί φθαρτοῦ ἡ σπορά φθαρτούς υἱούς καί θνητούς διά γυναικός ἀπεγέννησε καί γεννᾷ· ἀθανάτου καί ἀφθάρτου Θεοῦ ἀθάνατος καί ἄφθαρτος Λόγος ἀθάνατα καί ἄφθαρτα τέκνα ἀπεγέννησε καί ἀεί γεννᾷ, ἐκ τῆς Παρθένου πρῶτον αὐτός τεχθείς δηλονότι ἐν Ἁγίῳ Πνεύματι.
. Κατά τοῦτο οὖν δέσποινα καί βασιλίς καί κυρία καί μήτηρ πάντων τῶν ἁγίων ἡ τοῦ Θεοῦ Μήτηρ ἐστί, οἱ δέ ἅγιοι πάντες δοῦλοι μέν αὐτῆς εἰσι, καθό Μήτηρ ἐστί τοῦ Θεοῦ, (92) υἱοί δέ αὐτῆς, καθό μεταλαμβάνουσιν ἐκ τῆς παναχράντου σαρκός τοῦ Υἱοῦ αὐτῆς. Πιστός ὁ λόγος· ἡ γάρ σάρξ τοῦ Κυρίου, τῆς Θεοτόκου ἐστί σάρξ· καί ἐξ αὐτῆς τῆς θεωθείσης τοῦ Κυρίου σαρκός μεταλαμβάνοντες, ζωήν αἰώνιον μεταλαμβάνειν ὁμολογοῦμέν τε καί πιστεύομεν, εἰ μή τι ἀναξίως καί εἰς κατάκριμα ἑαυτῶν ταύτην μᾶλλον ἐσθίομεν. Συγγενεῖς δέ αὐτῆς τρισσῶς οἰ ἅγιοί εἰσι· καθ᾿ ἕνα μέν τρόπον ὅτι ἐκ τοῦ αὐτοῦ πηλοῦ καί τῆς αὐτῆς πνοῆς εἴτ᾿ οὖν ψυχῆς συγγένειαν ἔχουσι· κατά δεύτερον δέ, ὅτι ἐκ τῆς προσληφθείσης σαρκός αὐτῆς κοινωνίαν καί μετουσίαν ἔχουσι μετ᾿ αὐτῆς· καθ᾿ ἕτερον δέ, ὅτι διά τήν κατά Πνεῦμα ἐγγινομένην ἁγιωσύνην αὐτοῖς δι᾿ αὐτῆς ἐν ἑαυτῷ ἕκαστος συλλαμβάνων ὁμοίως ἔχει τόν τῶν ἁπάντων Θεόν, καθάπερ κἀκείνη τοῦτον ἔσχεν ἐν ἑαυτῇ· εἰ γάρ καί σωματικῶς αὐτός ἀπεγέννησεν, ἀλλ᾿ ὅλον αὐτόν καί πνευματικῶς ἐν ἑαυτῇ πάντοτε εἶχε καί νῦν ἀεί καί ὡσαύτως ἔχει ἀχώριστον.

. Τοῦτο τοίνυν τό τῶν γάμων μυστήριον, ὅ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐποιήσατο ὁ Πατήρ, ὁ συναΐδιος καί ὁμότιμος· καί ἐκάλεσε πολλούς καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν.


. Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός, ἀφοῦ εἰσῆλθε στὰ σπλάγχνα τῆς Παναγίας Παρθένου καὶ ἔλαβε σάρκα ἀπ᾿ αὐτήν, γεννήθηκε, ὅπως εἴπαμε, τέλειος ἄνθρωπος καὶ τέλειος Θεὸς ἀσυγχύτως. Τί σημαντικότερο ἔγινε ποτὲ γιά μᾶς; Ὅλοι μας πιστεύουμε σ᾿ αὐτὸν τὸν Υἱὸ τοῦ Θεοῦ καὶ Υἱὸ τῆς ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας καὶ γι᾿ αὐτὸ δεχόμαστε τὸν περὶ αὐτοῦ λόγο μὲ ἐμπιστοσύνη. Ἂν τὸν ὁμολογοῦμε λοιπὸν καὶ μετανοοῦμε ἀπὸ τὰ βάθη τῆς ψυχῆς μας γιὰ τὶς προηγούμενες ἁμαρτίες μας, τότε ὁ λόγος τῆς εὐσεβείας, τὸν ὁποῖο δεχόμαστε, γεννιέται μέσα μας σὰν σπόρος, ὅπως ἀκριβῶς ὁ Λόγος τοῦ Πατρὸς εἰσῆλθε στὴν γαστέρα τῆς Παρθένου. Θαύμασε τὸ μέγα τοῦτο καὶ ἐκπληκτικὸ μυστήριο καὶ δέξου το μὲ κάθε πληροφορία καὶ πίστη.

. Συλλαμβάνουμε λοιπὸν αὐτὸν τὸν Λόγο ὄχι σωματικά, ὅπως τὸν συνέλαβε ἡ Παρθένος καὶ Θεοτόκος, ἀλλὰ πνευματικὰ μὲν πραγματικὰ ὅμως. Καὶ ἔχουμε μέσα στὶς καρδιές μας αὐτὸν τὸν Ἴδιο ποὺ συνέλαβε καὶ ἡ Ἁγνὴ Παρθένος, ὅπως λέει ὁ θεῖος Παῦλος: «Ὁ Θεὸς ποὺ εἶπε νὰ λάμψει φῶς μέσα στὶς καρδιές μας πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Υἱοῦ του» (Β´ Κορ. δ´ 6), σὰν νὰ λέει: Αὐτὸς ὅλος γεννήθηκε ἀληθινὰ μέσα μας. Καὶ ὅτι εἶναι ἔτσι τὸ φανερώνει μὲ ὅσα παραθέτει στὴν συνέχεια: «Ἔχουμε δὲ τὸν θησαυρὸν αὐτὸν μέσα σὲ πήλινα σκεύη» (Β´ Κορ. δ´ 6), ὀνομάζοντας θησαυρὸ τὸ Ἅγιο Πνεῦμα. Καὶ σὲ ἄλλο σημεῖο ὀνομάζει τὸ Πνεῦμα Κύριο: «Γιατὶ τὸ Πνεῦμα» λέει «εἶναι ὁ Κύριος» (Β´ Κορ. δ´ 6), ὥστε ὅπου ἀκοῦς Υἱὸν Θεοῦ νὰ ἐννοεῖς μαζὶ καὶ τὸ Πνεῦμα καὶ ἂν πάλι ἀκούσεις γιὰ τὸ Ἅγιο Πνεῦμα νὰ ἐννοεῖς μαζὶ μὲ αὐτὸ καὶ τὸν Πατέρα, ἐπειδὴ καὶ γι᾿ αὐτὸν λέει: «Πνεῦμα ὁ Θεός» (Ἰωάν. δ´ 24), διδάσκοντάς σε παντοῦ τὸ ἀχώριστο καὶ ὁμοούσιο τῆς Ἁγίας Τριάδος, ὅτι δηλαδὴ ὅπου εἶναι ὁ Υἱὸς ἐκεῖ εἶναι καὶ ὁ Πατήρ, καὶ ὅπου ὁ Πατὴρ ἐκεῖ καὶ τὸ Πνεῦμα, καὶ ὅπου τὸ Ἅγιο Πνεῦμα ἐκεῖ ὅλη ἡ τρισυπόστατη Θεότητα, ὁ Ἕνας Θεὸς καὶ Πατὴρ μαζὶ μὲ τὸν Υἱὸ καὶ τὸ Πνεῦμα τοὺς ὁμοουσίους, «αὐτὸς ποὺ εἶναι εὐλογητὸς στοὺς αἰῶνες, ἀμήν» (Ρωμ. α´ 25).

. Ἔτσι ὅταν πιστεύσουμε ὁλόψυχα καὶ μετανοήσουμε θερμὰ θὰ συλλάβουμε ὅπως εἰπώθηκε τὸν Λόγο τοῦ Θεοῦ στὶς καρδιές μας, καθὼς τὸν συνέλαβεν ἡ Παρθένος, προσφέροντάς του κι ἐμεῖς τὶς ψυχές μας παρθενικὲς καὶ ἁγνές. Καὶ ὅπως ἐκείνη δὲν τὴν κατέφλεξε τὸ πῦρ τῆς θεότητας, ἐπειδὴ ἦταν ἁγνὴ καὶ ὑπεράμωμη, ἔτσι οὔτε καὶ ἐμᾶς μᾶς κατακαίει, ὅταν τοῦ προσφέρουμε τὶς καρδιές μας ἁγνὲς καὶ καθαρές, ἀλλὰ γίνεται ἐντός μας δροσιὰ ἀπὸ τὸν οὐρανὸ καὶ πηγὴ ὕδατος καὶ ρεῖθρον ἀθάνατης ζωῆς. Ὅτι δεχόμαστε καὶ ἐμεῖς παρόμοια τὸ ἄστεκτον πῦρ τῆς θεότητας, ἄκουσε τὸν Κύριο ποὺ τὸ λέει: «Πῦρ ἦλθα νὰ βάλω στὴν γῆ» (Λουκ. ιβ´ 49). Τί ἄλλο ἐννοεῖ, παρὰ τὸ ὁμοούσιο πρὸς τὴν θεότητά του Πνεῦμα, μὲ τὸ Ὁποῖο συνεισέρχεται καὶ συνθεωρεῖται μέσα μας καὶ ὁ Ἴδιος ὁ Υἱὸς μαζὶ μὲ τὸν Πατέρα;

. Ἐπειδὴ ὁ Λόγος τοῦ Θεοῦ μία φορὰ σαρκώθηκε ἀπὸ τὴν Παρθένο καὶ γεννήθηκε ἀπὸ αὐτὴν σωματικά, ἀνέκφραστα καὶ ὑπὲρ λόγον καὶ δὲν εἶναι δυνατὸν νὰ σαρκωθεῖ πάλι ἢ νὰ γεννηθεῖ σωματικὰ ἀπὸ τὸν καθένα ἀπὸ μᾶς, τί προνοεῖ; Μᾶς μεταδίδει γιὰ τροφὴ ἐκείνη τὴν ἄχραντη σάρκα ποὺ προσέλαβε ἀπὸ τὴν πανάχραντη Θεοτόκο, κατὰ τὴν σωματική του γέννηση. Ἂν τὴν μεταλαμβάνουμε ἄξια, ἔχουμε μέσα μας ὅλον τὸν σαρκωθέντα Θεὸ καὶ Κύριό μας Ἰησοῦ Χριστό, αὐτὸν τὸν Υἱὸ τοῦ Θεοῦ καὶ Υἱὸ τῆς Παρθένου τὸν καθήμενο στὰ δεξιὰ τοῦ Θεοῦ, ὁ ὁποῖος λέει: «ἐκεῖνος ποὺ τρώγει τὴν σάρκα μου καὶ πίνει τὸ αἷμα μου μένει μέσα μου καὶ ἐγὼ μέσα του» (Ἰωάν. ϛ´ 56), χωρὶς ὅμως νὰ προέρχεται ἢ νὰ γεννιέται σωματικὰ ἀπὸ ἐμᾶς, ἀλλὰ οὔτε καὶ νὰ μᾶς ἀποχωρίζεται ποτέ. Διότι ἐμεῖς δὲν τὸν αἰσθανόμαστε σὰν σάρκα, ἂν καὶ βρίσκεται μέσα μας ὅπως ἀκριβῶς ἕνα βρέφος, ἀλλὰ ὑπάρχει ἀσωμάτως σὲ σῶμα, ἀναμιγνυόμενος ἀνέκφραστα μὲ τὴν φύση μας καὶ τὴν οὐσία μας καὶ θεοποιώντας μας, ἐπειδὴ γίναμε σύσσωμοι καὶ μ᾿ αὐτὸν δηλαδὴ σάρκα ἀπὸ τὴν σάρκα του καὶ ὀστοῦν ἀπὸ τὰ ὀστά του. Αὐτὸ εἶναι τὸ μεγαλύτερο καὶ φρικτότερο μυστήριο τῆς ἀνέκφραστης οἰκονομίας καὶ συγκαταβάσεώς του, ποὺ δίσταζα νὰ τὸ γράψω καὶ ἔτρεμα νὰ τὸ ἐπιχειρήσω.

. Ὁ Θεὸς ὅμως πάντοτε θέλει νὰ ἀποκαλύπτεται καὶ νὰ φανερώνεται ἡ ἀγάπη του σ᾿ ἐμᾶς, ὥστε καὶ ἐμεῖς κάποτε κατανοώντας τὴν μεγάλη του ἀγαθότητα καὶ αἰσθανόμενοι ντροπὴ νὰ προθυμοποιηθοῦμε νὰ τὸν ἀγαπήσουμε. Γι᾿ αὐτὸ καὶ ἐγὼ παρακινήθηκα ἀπὸ τὸ Ἅγιο Πνεῦμα ποὺ φωτίζει τὶς καρδιές μας καὶ σᾶς φανέρωσα αὐτὰ τὰ μυστήρια γραπτῶς, ὄχι γιὰ νὰ σᾶς ἀποδείξω ὅτι ὁ ἄνθρωπος εἶναι ὅμοιος μ᾿ αὐτὴν ποὺ γέννησε τὸν Κύριο –μὴ γένοιτο– αὐτὸ εἶναι ἀδύνατο. Διότι ἄλλη εἶναι ἡ ἔνσαρκη καὶ ἄφραστη γέννηση τοῦ Θεοῦ Λόγου ἀπὸ τὴν Παρθένο καὶ ἄλλη ποὺ συντελεῖται σέ μᾶς πνευματικῶς. Ἐκείνη γεννώντας ἔνσαρκο τὸν Υἱὸ καὶ Λόγο τοῦ Θεοῦ ἀπεργάστηκε στὴν γῆ τὸ μυστήριό τῆς ἀναπλάσεως τοῦ ἀνθρωπίνου γένους μας καὶ τὴν σωτηρία ὅλου τοῦ κόσμου, ποὺ εἶναι ὁ Κύριός μας Ἰησοῦς Χριστὸς καὶ Θεός, αὐτὸς ποὺ ἕνωσε στὸν ἑαυτό του τὰ διεστῶτα καὶ ἐξάλειψε τὴν ἁμαρτία τοῦ κόσμου. Ἐνῷ αὐτὴ (ποὺ συντελεῖται σὲ μᾶς) γεννώντας ἐν Ἁγίῳ Πνεύματι τὸν Λόγο τῆς γνώσεως τοῦ Θεοῦ, ἀπεργάζεται ἀκατάπαυστα στὶς καρδιές μας τὸ μυστήριο τῆς ἀνακαινίσεως τῶν ἀνθρώπινων ψυχῶν καὶ τὴν κοινωνία καὶ ἕνωση μὲ τὸν Θεὸ Λόγο, αὐτὴν ὑπαινίσσεται καὶ τὸ θεῖο λόγιο: «Δι᾿ αὐτοῦ συλλάβαμε καὶ ἐγεννήσαμε μὲ πόνο τὸ πνεῦμα τῆς σωτηρίας, τὸ ὁποῖο κυοφορήσαμε πάνω στὴν γῆ» (Ἡσαΐας κϛ´ 18).

. Λοιπὸν δὲν σᾶς φανέρωσα αὐτὰ τὰ μυστήρια γιὰ νὰ ἀποδείξω ὅτι ὁ ἄνθρωπος μπορεῖ νὰ γεννήσει τὸν Χριστὸ κατὰ τὸν ἴδιο τρόπο ποὺ τὸν γέννησε ἡ Παναγία, ἀλλὰ γιὰ νὰ φανερωθεῖ ἡ ὑπεράπειρη καὶ γνήσια ἀγάπη του σ᾿ ἐμᾶς καὶ ὅτι ἂν τὸ θέλουμε ὅλοι μποροῦμε νὰ γίνουμε μητέρα καὶ ἀδελφοί του κατὰ τὸν προαναφερόμενο τρόπο, καθὼς καὶ ὁ ἴδιος τὸ διακηρύττει: «Μητέρα μου καὶ ἀδελφοί μου εἶναι αὐτοὶ ποὺ ἀκοῦνε τὸν λόγο τοῦ Θεοῦ καὶ τὸν ἐκτελοῦν» (Λουκ. η´ 21). Ἔτσι θὰ γίνουμε ἴσοι μὲ τοὺς μαθητὲς καὶ ἀποστόλους του, ὄχι κατὰ τὴν ἀξία, οὔτε κατὰ τὶς περιοδεῖες καὶ τοὺς κόπους ποὺ ὑπέφεραν, ἀλλὰ κατὰ τὴν χάρη τοῦ Θεοῦ καὶ τὴν δωρεὰ τὴν ὁποία ἐξέχεε σ᾿ ὅλους ποὺ τὸν πίστευαν καὶ τὸν ἀκολουθοῦσαν, χωρὶς νὰ στραφοῦν ποτὲ πίσω.

. Εἶδες πὼς ὅλους ἐκείνους ποὺ ἀκοῦνε καὶ πράττουν τὸν λόγο του τοὺς ἀνύψωσε στὴν ἀξία τῆς Μητέρας του καὶ τοὺς ἀποκαλεῖ ἀδελφοὺς καὶ συγγενεῖς του; Ὅμως μόνο Ἐκείνη ὑπῆρξε ἡ κυρίως Μητέρα του, ἐπειδὴ ὅπως ἀνέφερα τὸν γέννησε ἀνερμηνεύτως καὶ χωρὶς ἄνδρα, ἐνῷ ὅλοι οἱ ἅγιοι τὸν συλλαμβάνουν καὶ τὸν κατέχουν κατὰ χάριν καὶ δωρεάν. Καὶ ἀπὸ μὲν τὴν ἄμωμη Μητέρα του δανείστηκε τὴν παναμώμητη σάρκα του καὶ σὲ ἀντάλλαγμα τῆς δώρισε τὴν θεότητα –ὢ τί παράξενη καὶ ἀσυνήθιστη συναλλαγὴ– ἐνῷ ἀπὸ τοὺς ἁγίους δὲν παίρνει σάρκα, ἀλλὰ ἀντίθετα αὐτὸς τοὺς μεταδίδει τὴν θεωμένη σάρκα του. Ἂς ἐξετάσουμε λοιπὸν τὸ βάθος αὐτοῦ τοῦ μυστηρίου.

. Ἡ χάρη τοῦ Πνεύματος στὸν Χριστό, δηλαδὴ τὸ πῦρ τῆς θεότητος, προέρχεται ἀπὸ τὴν Θεία του φύση καὶ οὐσία. Ὅμως τὸ σῶμα του δὲν ἔχει τὴν ἴδια προέλευση, ἀλλὰ προέρχεται ἀπὸ τὴν πάναγνη καὶ ἅγια σάρκα τῆς Θεοτόκου, τὴν ὁποία προσέλαβε κατὰ τὸ ἱερὸ λόγιο: «ὁ Λόγος ἔγινε σάρκα» (Ἰωάν. α´ 14). Ἔκτοτε ὁ Υἱὸς τοῦ Θεοῦ καὶ τῆς ἀχράντου Παρθένου μεταδίδει στοὺς ἁγίους, ἀπὸ μὲν τὴν φύση καὶ τὴν οὐσία τοῦ συναΐδιου Πατρός του τὴν χάρη τοῦ Πνεύματος, δηλαδὴ τὴν θεότητα, καθὼς καὶ μέσῳ τοῦ προφήτη λέγει: «Θὰ συμβεῖ τοῦτο κατὰ τὶς ἔσχατες ἡμέρες, θὰ ἐκχύσω ἀπὸ τὸ Πνεῦμα μου σὲ κάθε ἄνθρωπο» (Ἰωὴλ γ´ 1), ἐννοώντας κάθε πιστό, ἀπὸ δὲ τὴν φύση καὶ οὐσία ἐκείνης ποὺ κυρίως καὶ ἀληθῶς τὸν γέννησε τὴν σάρκα, τὴν ὁποία ἔλαβε ἀπὸ αὐτή.

. Καὶ ὅπως ἀπὸ τὴν πληρότητά του λάβαμε ὅλοι ἐμεῖς, ἔτσι ἀκριβῶς μεταλαμβάνουμε ἀπὸ τὴν ἄμωμη σάρκα τῆς Παναγίας Μητέρας του, τὴν ὁποία καὶ Ἐκεῖνος προσέλαβε καὶ ὅπως ἔγινε υἱὸς καὶ Θεός της ὁ Χριστὸς καὶ Θεός μας γενόμενος καὶ ἀδελφός μας, ἔτσι ἀκριβῶς καὶ ἐμεῖς –ὢ τί ἀνέκφραστη φιλανθρωπία– γινόμαστε υἱοὶ τῆς Θεοτόκου Μητέρας του καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, ἐπειδὴ χάρη στὸν ὑπεράμωμο καὶ ὑπεράγνωστο γάμο ποὺ τελέστηκε μ᾿ αὐτὴν καὶ σ᾿ αὐτὴν γεννήθηκε ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἀπ᾿ Αὐτὸν πάλι ὅλοι οἱ ἅγιοι.

. Πράγματι, ὅπως ἀπὸ τὴν συνουσία καὶ τὴν σπορὰ τοῦ Ἀδὰμ πρώτη ἡ Εὔα γέννησε καὶ ἀπὸ ἐκείνη καὶ μέσῳ ἐκείνης γεννήθηκαν ὅλοι οἱ ἄνθρωποι, ἔτσι καὶ ἡ Θεοτόκος, ἀφοῦ δέχτηκε ἀντὶ σπορᾶς τὸν Λόγο τοῦ Θεοῦ συνέλαβε καὶ γέννησε μόνο τὸν πρὸ αἰώνων μονογενῆ τοῦ Πατρὸς καὶ μετέπειτα σαρκωθέντα δικό της μονογενῆ. Καὶ μολονότι ἡ Ἴδια ἔπαψε νὰ συλλαμβάνει καὶ νὰ γεννᾷ, ὁ Υἱὸς της γέννησε καὶ γεννᾷ καθημερινὰ ὅσους πιστεύουν σ᾿αὐτὸν καὶ τηροῦν τὶς ἅγιες ἐντολές του. Ἀσφαλῶς ἔπρεπε ἡ πνευματική μας ἀναγέννηση καὶ ἀνάπλαση νὰ γίνει διὰ τοῦ ἀντρός, δηλαδὴ τοῦ δευτέρου Ἀδὰμ καὶ Θεοῦ, ἐπειδὴ ἡ γέννησή μας στὴν φθορὰ ἔγινε διὰ τῆς γυναικὸς Εὔας.

. Καὶ πρόσεχε τὴν ἀκρίβεια τοῦ λόγου: ἀνδρὸς θνητοῦ καὶ φθαρτοῦ ἡ σπορὰ φθαρτοὺς υἱοὺς καὶ θνητοὺς διὰ γυναικὸς γέννησε καὶ γεννᾷ, ἀθανάτου καὶ ἀφθάρτου Θεοῦ ὁ ἀθάνατος καὶ ἄφθαρτος Λόγος ἀθάνατα καὶ ἄφθαρτα τέκνα γέννησε καὶ διαρκῶς γεννᾷ, ἀφοῦ πρῶτα αὐτὸς γενννήθηκε ἀπὸ τὴν Παρθένο ἐν ἁγίῳ Πνεύματι βεβαίως.

. Γι᾿ αὐτὸ λοιπὸν εἶναι Δέσποινα καὶ βασίλισσα καὶ Κυρία καὶ Μητέρα ὅλων τῶν ἁγίων ἡ Μητέρα τοῦ Θεοῦ, ἐνῷ ὅλοι οἱ ἅγιοι εἶναι καὶ δοῦλοι της ἀφοῦ εἶναι Μητέρα τοῦ Θεοῦ καὶ παιδιά της ἀφοῦ μεταλαμβάνουν ἀπὸ τὴν πανάχραντη σάρκα τοῦ Υἱοῦ της. Πιστὸς ὁ λόγος: ἡ σάρκα τοῦ Υἱοῦ της εἶναι σάρκα τῆς Θεοτόκου. Μεταλαμβάνοντας καὶ ἐμεῖς ἀπ᾿ αὐτὴν τὴν θεωμένη σάρκα τοῦ Κυρίου, ὁμολογοῦμε καὶ πιστεύουμε ὅτι μεταλαμβάνουμε ζωὴν αἰώνια, ἐκτὸς ἂν ἀναξίως καὶ εἰς κατάκριμα μεταλαμβάνουμε.

. Πράγματι ὅλοι οἱ ἅγιοι εἶναι συγγενεῖς πρὸς τὴν Παναγία Μητέρα τοῦ Θεοῦ κατὰ τρεῖς τρόπους: Πρῶτον ἐπειδὴ προέρχονται ἀπὸ τὸν ἴδιο πηλὸ μ᾿ αὐτὴν καὶ τὴν ἴδια πνοή, δηλαδὴ τὴν ψυχή. Δεύτερον ἐπειδὴ ἔχουν κοινωνία καὶ μετουσία μὲ αὐτὴν διὰ τῆς προσλήψεως τῆς σαρκός της ἀπὸ τὸν Χριστό. Καὶ τρίτον ἐπειδή, λόγῳ τῆς ἐν Πνεύματι ἁγιωσύνης ποὺ ἐνυπάρχει σὲ αὐτούς, καθένας συλλαμβάνει ἐντός του καὶ κατέχει τὸν Θεὸ τῶν ὅλων, ὅπως ἀκριβῶς καὶ Ἐκείνη τὸν εἶχε ἐντός της. Διότι ἂν καὶ τὸν γέννησε σωματικῶς, ὅμως πάντοτε τὸν εἶχε ὅλον καὶ πνευματικῶς μέσα της καὶ ἐξακολουθεῖ νὰ τὸν ἔχει καὶ τώρα καὶ πάντοτε ἀχώριστον ἀπὸ Αὐτήν.

. Σ᾿ αὐτὸν πρέπει ἡ δόξα καὶ τὸ κράτος στοὺς αἰῶνες. Ἀμήν.

το βρήκαμε εδώ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ακούστε ΡΑΔΙΟ ΦΛΟΓΑ ( κάντε κλίκ στην εικόνα)